Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.133 Joseph. BJ 3.140 (English) >>Joseph. BJ 3.146

3.137αὐτὸς δὲ καίπερ συγγνωσθήσεσθαι παρὰ Ῥωμαίοις προσδοκῶν, ὅμως τεθνάναι μᾶλλον εἵλετο πολλάκις καταπροδοὺς τὴν πατρίδα καὶ τὴν ἐμπιστευθεῖσαν αὐτῷ στρατηγίαν ὑβρίσας εὐτυχεῖν παρʼ οἷς πολεμήσων ἐπέμφθη. 3.138γράφειν οὖν τοῖς ἐν τέλει τῶν Ἱεροσολύμων διέγνω μετὰ ἀκριβείας τὰ πράγματα, ὡς μήτʼ ἐπὶ μεῖζον ἐξάρας τὴν τῶν πολεμίων ἰσχὺν αὖθις εἰς δειλίαν κακίζοιτο μήτε ἐνδεέστερον ἀπαγγείλας κἂν μετανοήσαντας ἴσως θρασύνοιεν, 3.139ἵνα τε σπονδὰς αἱρούμενοι ταχέως ἀντιγράψωσιν πολεμεῖν ἐγνωκότες πρὸς Ῥωμαίους ἀξιόμαχον αὐτῷ πέμψωσι δύναμιν. 3.140 μὲν οὖν ταῦτʼ ἐπιστείλας πέμπει διὰ τάχους ἐπὶ Ἱεροσολύμων τοὺς τὰ γράμματα κομίζοντας. 3.141

Οὐεσπασιανὸς δὲ ὡρμημένος ἐξαιρεῖν τὴν Ἰωταπάταν, πέπυστο γὰρ εἰς αὐτὴν πλείστους τῶν πολεμίων συμπεφευγέναι καὶ ἄλλως ὁρμητήριον ἰσχυρὸν οὖσαν αὐτῶν, πέμπει πεζούς τε καὶ ἱππεῖς τοὺς προεξομαλιοῦντας τὴν ὁδὸν ὀρεινὴν ὑπάρχουσαν καὶ πετρώδη, δύσβατον δὲ καὶ πεζοῖς, ἱππεῦσιν δʼ ἀμήχανον. 3.142οἱ μὲν οὖν τέσσαρσιν ἡμέραις ἐξειργάσαντο καὶ πλατεῖαν ἤνοιξαν τῇ στρατιᾷ λεωφόρον· τῇ πέμπτῃ δʼ Ἰώσηπος, αὕτη δʼ ἦν Ἀρτεμισίου μηνὸς μία καὶ εἰκάς, φθάνει παρελθὼν εἰς τὴν Ἰωταπάταν ἐκ τῆς Τιβεριάδος καὶ πεπτωκότα τοῖς Ἰουδαίοις ἐγείρει τὰ φρονήματα. 3.143Οὐεσπασιανῷ δέ τις εὐαγγελίζεται τὴν μετάβασιν τοῦ ἀνδρὸς αὐτόμολος καὶ κατήπειγεν ἐπὶ τὴν πόλιν ὡς μετʼ ἐκείνης αἱρήσοντα πᾶσαν Ἰουδαίαν, εἰ λάβοι τὸν Ἰώσηπον ὑποχείριον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.133 Joseph. BJ 3.140 (English) >>Joseph. BJ 3.146

Powered by PhiloLogic